Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Stasimon 5

[Choral 1]
πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα 1115
Χορός
καὶ Διὸς βαρυβρεμέτα
 
γένος, κλυτὰν ὃς ἀμφέπεις
 
Ἰταλίαν, μέδεις δὲ
 
παγκοίνοις, Ἐλευσινίας
 
Δῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶν 1120
 
ὁ ματρόπολιν Θήβαν
 
ναιετῶν παρʼ ὑγρῶν
 
Ἰσμηνοῦ ῥείθρων ἀγρίου τʼ ἐπὶ σπορᾷ δράκοντος. 1125
 
σὲ δʼ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε
 
λιγνύς, ἔνθα Κωρύκιαι
 
στείχουσι νύμφαι Βακχίδες,
 
Κασταλίας τε νᾶμα. 1130
 
καί σε Νυσαίων ὀρέων
 
κισσήρεις ὄχθαι χλωρά τʼ ἀκτὰ
 
πολυστάφυλος πέμπει,
 
ἀμβρότων ἐπέων
 
εὐαζόντων Θηβαΐας ἐπισκοποῦντʼ ἀγυιάς· 1135
[Choral 2]
τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεων
Χορός
ματρὶ σὺν κεραυνίᾳ·
← Önceki bölüm Stasimon 5 · 1 / 2 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme