Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Epeisodion 5

Τειρεσίας
Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν
 
δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ
 
αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. 990
Κρέων
τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;
Τειρεσίας
ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
Κρέων
οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
Τειρεσίας
τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.
Κρέων
ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. 995
Τειρεσίας
φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
Κρέων
τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
Τειρεσίας
γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
 
εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
 
ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, 1000
 
ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
 
κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
 
καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
 
ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
 
εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην 1005
 
βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων
 
Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ
 
μυδῶσα κηκὶς μηρίων ἐτήκετο
 
κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
 
χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς 1010
 
μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
 
τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,
 
φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.
 
ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.
 
καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. 1015
 
βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
 
πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
 
τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
 
κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
 
θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα, 1020
 
οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς
 
ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
 
ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ
 
τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
 
ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ 1025
 
ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν
 
πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.
 
αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.
 
ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα
 
κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν; 1030
 
εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ
 
ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
Κρέων
ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
 
τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
 
ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους 1035
 
ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
 
κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων
 
ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
 
χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,
 
οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν 1040
 
φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
 
οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
 
θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι
 
θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
 
πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν 1045
 
χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους
 
αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
Τειρεσίας
φεῦ.
 
ἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,
Κρέων
τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
Τειρεσίας
ὅσῳ κράτιστον κτημάτων εὐβουλία; 1050
Κρέων
ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
Τειρεσίας
ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
Κρέων
οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
Τειρεσίας
καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
Κρέων
τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. 1055
Τειρεσίας
τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
Κρέων
ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
Τειρεσίας
οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.
Κρέων
σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
Τειρεσίας
ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. 1060
Κρέων
κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.
Τειρεσίας
οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
Κρέων
ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
Τειρεσίας
ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
 
τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν, 1065
 
ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
 
νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,
 
ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω
 
ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας,
 
ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν 1070
 
ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
 
ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
 
θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.
 
τούτων σε λωβητῆρες ὑστεροφθόροι
 
λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, 1075
 
ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
 
καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος
 
λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
 
ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
 
ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, 1080
 
ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν
 
ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων
 
ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
 
τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
 
ἀφῆκα θυμῷ καρδίας τοξεύματα 1085
 
βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.
 
ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα
 
τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,
 
καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν
 
τὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει. 1090
Χορός
ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·
 
ἐπιστάμεσθα δʼ, ἐξ ὅτου λευκὴν ἐγὼ
 
τήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,
 
μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
Κρέων
ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας. 1095
 
τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ
 
ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.
Χορός
εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.
Κρέων
τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δʼ ἐγώ.
Χορός
ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης 1100
 
ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.
Κρέων
καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;
Χορός
ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ
 
θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.
Κρέων
οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαι 1105
 
τὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον.
Χορός
δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε.
Κρέων
ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν· ἴτʼ ἴτʼ ὀπάονες,
 
οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖν
 
ὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον. 1110
 
ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη,
 
αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι.
 
δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους
 
ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme