Thesauros Literature Tragedy Ἀντιγόνη

Ἀντιγόνη

Ἀντιγόνη Sophocles

Stasimon 4

[Episode]
ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ
Χορός
ψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν. 930
Κρέων
τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
 
κλαύμαθʼ ὑπάρξει βραδυτῆτος ὕπερ.
Ἀντιγόνη
οἴμοι, θανάτου τοῦτʼ ἐγγυτάτω
 
τοὔπος ἀφῖκται.
Χορός
θαρσεῖν οὐδὲν παραμυθοῦμαι 935
 
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.
Ἀντιγόνη
ὦ γῆς Θήβης ἄστυ πατρῷον
 
καὶ θεοὶ προγενεῖς,
 
ἄγομαι δὴ κοὐκέτι μέλλω.
 
λεύσσετε, Θήβης οἱ κοιρανίδαι 940
 
τὴν βασιλειδᾶν μούνην λοιπήν,
 
οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
 
τὴν εὐσεβίαν σεβίσασα.
[Choral 1]
ἔτλα καὶ Δανάας οὐράνιον φῶς
Χορός
ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· 945
 
κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη·
 
καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ,
 
καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους. 950
 
ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά·
 
οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι
 
κελαιναὶ νᾶες ἐκφύγοιεν.
 
ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος, 955
 
Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς
 
ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.
 
οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει
 
ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις 960
 
ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.
 
παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ,
 
φιλαύλους τʼ ἠρέθιζε Μούσας. 965
[Choral 2]
παρὰ δὲ Κυανεᾶν πελάγει διδύμας ἁλὸς
Χορός
ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος
 
Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης 970
 
δισσοῖσι Φινεΐδαις
 
εἶδεν ἀρατὸν ἕλκος
 
τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος
 
ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις
 
ἀραχθέντων, ὑφʼ αἱματηραῖς 975
 
χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
 
κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν
 
κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν· 980
 
ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων
 
ἄντασʼ Ἐρεχθεϊδᾶν,
 
τηλεπόροις δʼ ἐν ἄντροις
 
τράφη θυέλλαισιν ἐν πατρῴαις
 
Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου 985
 
θεῶν παῖς. ἀλλὰ κἀπʼ ἐκείνᾳ
 
Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme