Thesauros Literature Tragedy Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Stasimon 3

[Choral 1]
ἴδʼ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ
Χορός
τοὔπος τὸ θεοπρόπον ἡμῖν
 
τᾶς παλαιφάτου προνοίας,
 
ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι
 
δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων 825
 
τῷ Διὸς αὐτόπαιδι· καὶ τάδʼ ὀρθῶς
 
ἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσων
 
ἔτι ποτʼ ἔτʼ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν; 830
 
εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ
 
χρίει δολοποιὸς ἀνάγκα
 
πλευρά, προστακέντος ἰοῦ,
 
ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων,
 
πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι, 835
 
δεινοτάτῳ μὲν ὕδρας προστετακὼς
 
φάσματι; μελαγχαίτα δʼ ἄμμιγά νιν αἰκίζει
 
Νέσσου ὑποφόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα. 840
[Choral 2]
ὧν ἅδʼ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσα
Χορός
δόμοισι βλάβαν νέων
 
ἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ
 
δʼ ἀπʼ ἀλλόθρου
 
γνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖς 845
 
ἦ που ὀλοὰ στένει,
 
ἦ που ἀδινῶν χλωρὰν
 
τέγγει δακρύων ἄχναν.
 
ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολίαν 850
 
καὶ μεγάλαν ἄταν.
 
ἔρρωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι,
 
οἷον ἀναρσίων
 
οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.
 
ἰὼ κελαινὰ λόγχα προμάχου δορός, 855
 
ἃ τότε θοὰν νύμφαν
 
ἄγαγες ἀπʼ αἰπεινᾶς
 
τάνδʼ Οἰχαλίας αἰχμᾷ·
 
ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ 860
 
τῶνδʼ ἐφάνη πράκτωρ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme