Thesauros Literature Tragedy Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Stasimon 2

[Choral 1]
ὦ ναύλοχα καὶ πετραῖα
Χορός
θερμὰ λουτρὰ καὶ πάγους
 
Οἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν 635
 
χρυσαλακάτου τʼ ἀκτὰν κόρας,
 
ἔνθʼ Ἑλλάνων ἀγοραὶ
 
Πυλάτιδες κλέονται·
 
ὁ καλλιβόας τάχʼ ὑμῖν 640
 
αὐλὸς οὐκ ἀναρσίαν
 
ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.
 
ὁ γὰρ Διὸς Ἀλκμήνας κόρος
 
σοῦται πάσας ἀρετᾶς 645
 
λάφυρʼ ἔχων ἐπʼ οἴκους·
[Choral 2]
ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,
Χορός
δυοκαιδεκάμηνον ἀμμένουσαι
 
χρόνον, πελάγιον, ἴδριες οὐδέν·
 
ἁ δέ οἱ φίλα δάμαρ 650
 
τάλαιναν δυστάλαινα καρδίαν
 
πάγκλαυτος αἰὲν ὤλλυτο·
 
νῦν δʼ Ἄρης οἰστρηθεὶς
 
ἐξέλυσʼ ἐπίπονον ἁμέραν.
 
ἀφίκοιτʼ ἀφίκοιτο· μὴ σταίη 655
 
πολύκωπον ὄχημα ναὸς αὐτῷ,
 
πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,
 
νασιῶτιν ἑστίαν
 
ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·
 
ὅθεν μόλοι πανίμερος, 660
 
τᾶς πειθοῦς παγχρίστῳ
 
συγκραθεὶς ἐπὶ προφάσει φάρους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme