Thesauros Literature Tragedy Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Eksodos

Ἡρακλῆς
προσθοῦ δάμαρτα, μηδʼ ἀπιστήσῃς πατρί·
 
μηδʼ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ 1225
 
κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ,
 
ἀλλʼ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.
 
πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντʼ ἐμοὶ
 
σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.
Ὕλλος
οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν, 1230
 
τὸ δʼ ὧδʼ ὁρᾶν φρονοῦντα τίς ποτʼ ἂν φέροι;
Ἡρακλῆς
ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.
Ὕλλος
τίς γάρ ποθʼ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη
 
μεταίτιος σοί τʼ αὖθις ὡς ἔχεις ἔχειν,
 
τίς ταῦτʼ ἄν, ὅστις μὴ ʼξ ἀλαστόρων νοσοῖ, 1235
 
ἕλοιτο; κρεῖσσον κἀμέ γʼ, ὦ πάτερ, θανεῖν
 
ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.
Ἡρακλῆς
ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ
 
φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ
 
μενεῖ σʼ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις. 1240
Ὕλλος
ὤμοι, τάχʼ, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.
Ἡρακλῆς
σὺ γάρ μʼ ἀπʼ εὐνασθέντος ἐκκινεῖς κακοῦ.
Ὕλλος
δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.
← Önceki Eksodos · 10 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme