Thesauros Literature Tragedy Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Stasimon 4

[Episode]
εἰπὲ τῷ μόρῳ, 880
Χορός
γύναι, ξυντρέχει.
Τροφός
αὑτὴν διηΐστωσε.
Χορός
τίς θυμὸς ἢ τίνες νόσοι
 
τάνδʼ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο
 
πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα; 885
Τροφός
στονόεντος ἐν τομᾷ σιδάρου.
Χορός
ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;
Τροφός
ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.
Χορός
τίς ἦν; πῶς; φέρʼ εἰπέ. 890
Τροφός
αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.
Χορός
τί φωνεῖς;
Τροφός
σαφηνῆ.
Χορός
ἔτεκεν ἔτεκε δὴ μεγάλαν
 
ἁ νέορτος ἅδε νύμφα
 
δόμοισι τοῖσδʼ ἐρινύν. 895
Τροφός
ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησία
 
ἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.
Χορός
καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
Τροφός
δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί.
 
ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη 900
 
καὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια
 
στορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί,
 
κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,
 
βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτι
 
γένοιντʼ ἔρημοι, ʼκλαιε δʼ ὀργάνων ὅτου 905
 
ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·
 
ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,
 
εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,
 
ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,
 
αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένη 910
 
καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.
 
ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶ
 
τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
 
κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένη
 
φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις 915
 
τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
 
ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνω
 
καθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις,
 
καὶ δακρύων ῥήξασα θερμὰ νάματα
 
ἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά, 920
 
τὸ λοιπὸν ἤδη χαίρεθʼ, ὡς ἔμʼ οὔποτε
 
δέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνάτριαν.
 
τοσαῦτα φωνήσασα συντόνῳ χερὶ
 
λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος
 
προύκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισεν 925
 
πλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον.
 
κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον,
 
τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.
 
κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα,
 
ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ 930
 
πλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην.
 
ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας
 
τοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε,
 
ὄψʼ ἐκδιδαχθεὶς τῶν κατʼ οἶκον οὕνεκα
 
ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε. 935
 
κἀνταῦθʼ ὁ παῖς δύστηνος οὔτʼ ὀδυρμάτων
 
ἐλείπετʼ οὐδέν, ἀμφί νιν γοώμενος,
 
οὔτʼ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν
 
πλευρὰν παρεὶς ἔκειτο πόλλʼ ἀναστένων,
 
ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ, 940
 
κλαίων ὁθούνεκʼ ἐκ δυοῖν ἔσοιθʼ ἅμα,
 
πατρός τʼ ἐκείνης τʼ, ὠρφανισμένος βίον.
 
τοιαῦτα τἀνθάδʼ ἐστίν· ὥστʼ εἴ τις δύο
 
ἢ καί τι πλείους ἡμέρας λογίζεται,
 
μάταιός ἐστιν· οὐ γὰρ ἔσθʼ ἥ γʼ αὔριον, 945
 
πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.
[Choral 1]
πότερα πρότερον ἐπιστένω,
Χορός
πότερα μέλεα περαιτέρω,
 
δύσκριτʼ ἔμοιγε δυστάνῳ.
 
τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις, 950
 
τάδε δὲ μένομεν ἐπʼ ἐλπίσιν·
 
κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν.
[Choral 2]
εἴθʼ ἀνεμόεσσά τις
Χορός
γένοιτʼ ἔπουρος ἑστιῶτις αὔρα, 955
 
ἥτις μʼ ἀποικίσειεν ἐκ τόπων, ὅπως
 
τὸν Δῖον ἄλκιμον γόνον
 
μὴ ταρβαλέα θάνοιμι 960
 
μοῦνον εἰσιδοῦσʼ ἄφαρ·
 
ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις
 
χωρεῖν πρὸ δόμων λέγουσιν
 
ἄσπετόν τι θαῦμα.
 
ἀγχοῦ δʼ ἄρα κοὐ μακρὰν 965
 
προύκλαιον, ὀξύφωνος ὡς ἀηδών.
 
ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις.
 
πᾷ δʼ αὖ φορεῖ νιν; ὡς φίλου
 
προκηδομένα βαρεῖαν
 
ἄψοφον φέρει βάσιν.
 
αἰαῖ, ὅδʼ ἀναύδατος φέρεται. 970
 
τί χρὴ θανόντα νιν ἢ καθʼ 970
 
ὕπνον ὄντα κρῖναι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme