Stasimon 4
[Episode]
εἰπὲ τῷ μόρῳ,
880
Χορός
τίς θυμὸς ἢ τίνες νόσοι
τάνδʼ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο
πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;
885
Τροφός
στονόεντος ἐν τομᾷ σιδάρου.
Χορός
ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;
Τροφός
ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.
Χορός
τίς ἦν; πῶς; φέρʼ εἰπέ.
890
Τροφός
αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.
Χορός
ἔτεκεν ἔτεκε δὴ μεγάλαν
δόμοισι τοῖσδʼ ἐρινύν.
895
Τροφός
ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησία
ἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.
Χορός
καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
Τροφός
δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί.