Thesauros Literature Tragedy Τραχίνιαι

Τραχίνιαι

Τραχίνιαι Sophocles

Prologos

Δηιάνειρα
τὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν.
 
ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,
 
οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθα
 
ἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότος
 
κείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα; 85
Ὕλλος
ἀλλʼ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ
 
βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·
 
νῦν δʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς
 
ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.
 
νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ 90
 
πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.
Δηιάνειρα
χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖ
 
πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
← Önceki Prologos · 5 / 5 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme