Thesauros Literature Tragedy Κύκλωψ

Κύκλωψ

Κύκλωψ Euripides

Epeisodion 2

Ὀδυσσεύς
ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω 375
 
κοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν;
Χορός
τί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν
 
φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
Ὀδυσσεύς
δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν,
 
οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος. 380
Χορός
πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;
Ὀδυσσεύς
ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα,
 
ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
 
κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
 
τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος. 385
 
ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
 
ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
 
κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον,
 
μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.
 
σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν 390
 
πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο.
 
καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί,
 
ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
 
ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
 
Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις. 395
 
ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
 
Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
 
ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶ
 
τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον,
 
τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός, 400
 
παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,
 
ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας
 
λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί
 
τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη
 
ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων 405
 
ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
 
ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
 
πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.
 
ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
 
ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν, 410
 
ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος
 
Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
 
λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,
 
σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο
 
θεῖον κομίζει πῶμα, Διονύσου γάνος. 415
 
ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
 
ἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσας
 
κἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων,
 
καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
 
ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ, 420
 
ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
 
τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.
 
καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. ἐγὼ δ’ ἐπεγχέων
 
ἄλλην ἐπ’ ἄλλῃ σπλάγχν’ ἐθέρμαινον ποτῷ.
 
ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς 425
 
ἄμουσ’, ἐπηχεῖ δ’ ἄντρον. ἐξελθὼν δ’ ἐγὼ
 
σιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω.
 
ἀλλ’ εἴπατ’ εἴτε χρῄζετ’ εἴτ’ οὐ χρῄζετε
 
φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
 
ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα. 430
 
ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ ᾔνεσεν.
 
ἀλλ’ ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,
 
ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος
 
πτέρυγας ἀλύει· σὺ δέ—νεανίας γὰρ εἶ—
 
σώθητι μετ’ ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον 435
 
Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.
Χορός
ὦ φίλτατ’, εἰ γὰρ τήνδ’ ἴδοιμεν ἡμέραν,
 
Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
 
ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον
 
χηρεύομεν. —τὸν δ’ οὐκ ἔχομεν κατ’ αὗ φαγεῖν. 440
Ὀδυσσεύς
ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
 
θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.
Χορός
λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
 
κιθάρας κλύοιμεν ἢ Κύκλωπ’ ὀλωλότα.
Ὀδυσσεύς
ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει 445
 
Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.
Χορός
ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
 
σφάξαι μενοινᾷς, ἢ πετρῶν ὦσαι κάτω.
Ὀδυσσεύς
οὐδὲν τοιοῦτον· δόλιος ἡ ’πιθυμία.
Χορός
πῶς δαί; σοφόν τοί σ’ ὄντ’ ἀκούομεν πάλαι. 450
Ὀδυσσεύς
κώμου μὲν αὐτὸν τοῦδ’ ἀπαλλάξαι, λέγων
 
ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
 
μόνον δ’ ἔχοντα βίοτον ἡδέως ἄγειν.
 
ὅταν δ’ ὑπνώσσῃ Βακχίου νικώμενος
 
ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις, 455
 
ὃν φασγάνῳ ’γὼ τῷδ’ ἀποξύνας ἄκρον,
 
ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένον
 
ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
 
Κύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί.
 
ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ 460
 
διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
 
οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
 
Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.
Χορός
ἰοὺ ἰού,
 
γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν. 465
Ὀδυσσεύς
κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε
 
νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
 
διπλαῖσι κώπαις τῆσδ’ ἀποστελῶ χθονός.
Χορός
ἔστ’ οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
 
κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα 470
 
δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.
Ὀδυσσεύς
δεῖ γοῦν· μέγας γὰρ δαλός· οὗ ξυλληπτέον.
Χορός
ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
 
εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
 
ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν. 475
Ὀδυσσεύς
σιγᾶτε νῦν· δόλον γὰρ ἐξεπίστασαι·
 
χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι
 
πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
 
τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
 
καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν· 480
 
ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους,
 
ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme