Thesauros Literature Tragedy Κύκλωψ

Κύκλωψ

Κύκλωψ Euripides

Epeisodion 1

Σιληνός
σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ
 
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
Χορός
χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
Σιληνός
ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος 85
 
κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
 
στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι
 
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
 
κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι,
 
τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην 90
 
Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην
 
τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
 
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
 
ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα
 
πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον. 95
Ὀδυσσεύς
ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν
 
δίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλει
 
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
 
--τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
 
Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ. 100
 
χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.
Σιληνός
χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν.
Ὀδυσσεύς
Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
Σιληνός
οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
Ὀδυσσεύς
ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή· 105
Σιληνός
πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
Ὀδυσσεύς
ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.
Σιληνός
πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
Ὀδυσσεύς
ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.
Σιληνός
παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί. 110
Ὀδυσσεύς
ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
Σιληνός
λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Ὀδυσσεύς
τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνός
Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
Ὀδυσσεύς
τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα; 115
Σιληνός
οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
Ὀδυσσεύς
τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;
Σιληνός
Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.
Ὀδυσσεύς
τίνος κλύοντες; ἢ δεδήμευται κράτος;
Σιληνός
νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός. 120
Ὀδυσσεύς
σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν;
Σιληνός
γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
Ὀδυσσεύς
Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς;
Σιληνός
ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
Ὀδυσσεύς
φιλόξενοι δὲ χὥσιοι περὶ ξένους; 125
Σιληνός
γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
Ὀδυσσεύς
τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
Σιληνός
οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.
Ὀδυσσεύς
αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;
Σιληνός
φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν. 130
Ὀδυσσεύς
οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;
Σιληνός
οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.
Ὀδυσσεύς
ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.
Σιληνός
οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.
Ὀδυσσεύς
ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον. 135
Σιληνός
καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
Ὀδυσσεύς
ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.
Σιληνός
σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
Ὀδυσσεύς
οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω.
Σιληνός
ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι. 140
Ὀδυσσεύς
καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.
Σιληνός
ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;
Ὀδυσσεύς
ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.
Σιληνός
ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;
Ὀδυσσεύς
ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον. 145
Σιληνός
οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.
Ὀδυσσεύς
ναί·
 
δὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.
Σιληνός
καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.
Ὀδυσσεύς
βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;
Σιληνός
δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ. 150
Ὀδυσσεύς
καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.
Σιληνός
φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών.
Ὀδυσσεύς
ἰδού.
Σιληνός
παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
Ὀδυσσεύς
εἶδες γὰρ αὐτήν;
Σιληνός
οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.
Ὀδυσσεύς
γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον. 155
Σιληνός
βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.
 
ἆ ἆ ἆ.
Ὀδυσσεύς
μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;
Σιληνός
ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.
Ὀδυσσεύς
πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν. 160
Σιληνός
χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.
Ὀδυσσεύς
ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.
Σιληνός
δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.
 
ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν,
 
πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα, 165
 
ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο,
 
ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
 
ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·
 
ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι
 
μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου 170
 
ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμα
 
κακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαι
 
τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
 
κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
Χορός
ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι. 175
Ὀδυσσεύς
καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.
Χορός
ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;
Ὀδυσσεύς
καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.
Χορός
οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
 
ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει, 180
 
ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;
 
τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους
 
περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
 
κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
 
ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον 185
 
λῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲ
 
φῦναι γυναικῶν ὤφελ’ — εἰ μὴ ’μοὶ μόνῳ.
Σιληνός
ἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα,
 
ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
 
πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα. 190
 
φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο,
 
βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.
 
—οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν;
Ὀδυσσεύς
ἀπολώλαμεν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν;
Σιληνός
ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε. 195
Ὀδυσσεύς
δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω.
Σιληνός
οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.
Ὀδυσσεύς
οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,
 
εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον
 
Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι. 200
 
ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς,
 
ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
Κύκλωψ
ἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία;
 
τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε,
 
οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα. 205
 
πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα;
 
ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρων
 
πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν
 
πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
 
τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ 210
 
δάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω.
Χορός
ἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν,
 
καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.
Κύκλωψ
ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;
Χορός
πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον. 215
Κύκλωψ
ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;
Χορός
ὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον.
Κύκλωψ
μήλειον ἢ βόειον ἢ μεμιγμένον;
Χορός
ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον.
Κύκλωψ
ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέρι 220
 
πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.
 
ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις;
 
λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;
 
ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶν
 
στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους, 225
 
τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τε
 
πληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα.
Σιληνός
ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.
Κύκλωψ
ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον;
Σιληνός
ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν. 230
Κύκλωψ
οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;
Σιληνός
ἔλεγον ἐγὼ τάδ’· οἳ δ’ ἐφόρουν τὰ χρήματα·
 
καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον
 
τούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ
 
κλῳῷ τριπήχει, κᾆτα τὸν ὀφθαλμὸν μέσον 235
 
235
 
τὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
 
μάστιγί τ’ εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν,
 
κἄπειτα συνδήσαντες ἐς θἁδώλια
 
τῆς νηὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
 
πέτρους μοχλεύειν, ἢ ’ς μυλῶνα καταβαλεῖν. 240
Κύκλωψ
ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼν
 
θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
 
ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα
 
πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακος
 
θερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ, 245
 
τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
 
ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου·
 
ἅλις λεόντων ἐστί μοι θοινωμένῳ
 
ἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς.
Σιληνός
τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα, 250
 
ἡδίον’ ἐστίν. οὐ γὰρ αὖ νεωστί γε
 
ἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι.
Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
 
ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν
 
σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο. 255
 
τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφου
 
ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν
 
ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.
 
ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
 
ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά. 260
Σιληνός
ἐγώ; κακῶς γὰρ ἐξόλοι’.
Ὀδυσσεύς
εἰ ψεύδομαι.
Σιληνός
μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ,
 
μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
 
μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,
 
τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος, 265
 
ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον,
 
ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼ
 
ξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶ
 
οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.
Χορός
αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα 270
 
περνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω,
 
ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.
Κύκλωψ
ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος
 
μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
 
θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι; 275
 
ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
Ὀδυσσεύς
Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,
 
πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
 
σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
Κύκλωψ
ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς 280
 
Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;
Ὀδυσσεύς
οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
Κύκλωψ
αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν
 
γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.
Ὀδυσσεύς
θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν. 285
 
ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,
 
ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·
 
μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους
 
κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·
 
οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας 290
 
ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.
 
ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν
 
Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου
 
δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
 
Γεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδος 295
 
δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·
 
ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
 
οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
 
νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
 
ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους 300
 
ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,
 
οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
 
ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
 
ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,
 
πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον, 305
 
ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν
 
πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
 
σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,
 
ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·
 
πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς 310
 
τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ
 
κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
Σιληνός
παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν
 
μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,
 
κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ. 315
Κύκλωψ
ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
 
τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι.
 
ἄκρας δ’ ἐναλίας ἃς καθίδρυται πατὴρ
 
χαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ;
 
Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε, 320
 
οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός.
 
οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει,
 
ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,
 
ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα,
 
ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος 325
 
δαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν,
 
ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον
 
κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
 
ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,
 
δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν 330
 
καὶ πῦρ ἀναίθων—χιόνος οὐδέν μοι μέλει.
 
ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
 
τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
 
ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ,
 
καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων. 335
 
ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέραν
 
Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,
 
λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους
 
ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
 
κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ 340
 
οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ.
 
ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ,
 
πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας
 
σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.
 
ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷ 345
 
ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.
Ὀδυσσεύς
αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν
 
θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου
 
γνώμην κατέσχον ἀλίμενόν τε καρδίαν.
 
ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά, 350
 
νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου
 
πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.
 
σύ τ’, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδρας
 
Ζεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,
 
ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός. 355

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme