Epeisodion 1
Χορός
ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον.
Κύκλωψ
ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέρι
220
πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.
ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις;
λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;
ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶν
στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,
225
τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τε
πληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα.
Σιληνός
ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.
Κύκλωψ
ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον;
Σιληνός
ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν.
230
Κύκλωψ
οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;
Σιληνός
ἔλεγον ἐγὼ τάδ’· οἳ δ’ ἐφόρουν τὰ χρήματα·
καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον
τούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ
κλῳῷ τριπήχει, κᾆτα τὸν ὀφθαλμὸν μέσον
235
τὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
μάστιγί τ’ εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν,