Stasimon 4
Χορός
βάλε βάλε βάλε βάλε.
— τίς ἁνήρ; λεύσσετε· τοῦτον αὐδῶ.
— κλῶπες οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν.
— τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα.
— τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;
Ὀδυσσεύς
οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς.
Χορός
οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
Ὀδυσσεύς
ἵστω. θάρσει.
685
Χορός
πέλας ἴθι. παῖε πᾶς.
685
Ὀδυσσεύς
ἦ σὺ δὴ Ῥῆσον κατέκτας;
Χορός
ἀλλὰ τὸν κτενοῦντα σὲ
Ὀδυσσεύς
ἆ· φίλιον ἄνδρα μὴ θένῃς.
Χορός
ἔμαθον· ἴσχε πᾶς δόρυ.
οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες;
Ὀδυσσεύς
τῇδέ πῃ κατείδομεν.
Χορός
ἕρπω πᾶς κατʼ ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον;
690
ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.
[Choral 1]
—τίς ἀνδρῶν ὁ βάς;
Χορός
τίς ὁ μέγα θρασὺς ἐπεύξεται
ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶ
διά τε τάξεων καὶ φυλάκων ἕδρας;
παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
700
ἢ νησιώτην σποράδα κέκτηται βίον;
τίς ἦν; πόθεν; ποίας πάτρας;
ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν;
— ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε;
εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;
705
— δοκεῖς γάρ; — τί μὴν οὔ;
— τίνʼ ἀλκήν; τίνʼ αἰνεῖς; — Ὀδυσσῆ.
— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
κατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων,
βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις,
715
ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων·
βασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶς
ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
ὄλοιτʼ ὄλοιτο πανδίκως,
720
πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
— εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει·
Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
— τί δρᾶσαι; τί ταρβεῖς;
725
— καθʼ ἡμᾶς περᾶσαι — τίνʼ ἀνδρῶν;
— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.