Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Epeisodion 3

Ἀθήνα
λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
 
τοῦτον κατακτὰς πάντʼ ἔχεις. τὰς δʼ Ἕκτορος 605
 
εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
 
ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.
Ὀδυσσεύς
δέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
 
τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
 
παροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε· 610
 
τὸν ἄνδρα δʼ ἡμῖν, ποῦ κατηύνασται, φράσον·
 
πόθεν τέτακται βαρβάρου στρατεύματος;
Ἀθήνα
ὅδʼ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,
 
ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
 
Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος. 615
 
πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
 
λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ·
 
στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν.
 
ταύτας, κτανόντες δεσπότην, κομίζετε,
 
κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπου 620
 
τοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν.
Ὀδυσσεύς
Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,
 
ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
← Önceki Epeisodion 3 · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme