Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 3

[Episode]
— ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ. 380
Χορός
καλόν, ὦ Θρῄκη, 380
 
σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
 
ἴδε χρυσόδετον σώματος ἀλκήν,
 
κλύε καὶ κόμπους κωδωνοκρότους
 
παρὰ πορπάκων κελαδοῦντας.
 
θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης 385
 
ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
 
Μούσης ἥκων καταπνεῖ σε.
Ῥῆσος
χαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
 
Ἕκτορ· παλαιᾷ σʼ ἡμέρᾳ προσεννέπω.
 
χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον 390
 
πύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼ
 
τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
Ἕκτωρ
παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
 
Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
 
τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ. 395
 
πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
 
ἐλθόντα, καὶ μὴ τοὐπί σʼ Ἀργείων ὕπο
 
Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
 
οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
 
οὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης. 400
 
τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
 
ἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
 
ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
 
σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
 
Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος. 405
 
καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
 
Θρῃκῶν ἄνακτα τῇδʼ ἔθηκʼ ἐγὼ χερί,
 
ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
 
Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
 
ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν 410
 
παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν,
 
φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
 
οἱ δʼ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
 
πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
 
κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει, 415
 
οἳ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοις
 
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
 
μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
 
πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
 
ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον, 420
 
καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.
Ῥῆσος
τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
 
τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
 
ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸς
 
λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην· 425
 
ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
 
μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
 
ξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμην
 
πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
 
ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης 430
 
ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
 
τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδον
 
Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
 
ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνα
 
τάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν, 435
 
ἥκω περάσας ναυσὶ πόντιον στόμα,
 
τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα —
 
οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
 
οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
 
ἀλλʼ οἷα πόντον Θρῄκιον φυσήματα 440
 
κρυσταλλόπηκτα Παιόνας τʼ ἐπεζάρει,
 
ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν.
 
ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δʼ ὅμως·
 
σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
 
κοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέρας 445
 
πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
 
ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
 
πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
 
κτεῖναί τʼ Ἀχαιούς· θατέρᾳ δʼ ἀπʼ Ἰλίου
 
πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους, 450
 
ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί·
 
ἐγὼ γὰρ ἕξω τοὺς μέγʼ αὐχοῦντας δορὶ
 
πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
[Episode 1]
ἰὼ ἰώ.
Χορός
φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον 455
 
φθόνον ἄμαχον ὕπατος
 
Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
 
τὸ δὲ νάιον Ἀργόθεν δόρυ
 
οὔτε πρίν τινʼ οὔτε νῦν 460
 
ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι
 
Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
 
πῶς δʼ Αἴας ὑπομεῖναι;
 
εἰ γὰρ ἐγὼ τόδʼ ἦμαρ εἰσίδοιμʼ, ἄναξ,
 
ὅτῳ πολυφόνου 465
 
χειρὸς ἀποινάσαιο λόγχᾳ.
[Episode]
τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
Ῥῆσος
πρᾶξαι παρέξω — σὺν δʼ Ἀδραστείᾳ λέγω —
 
ἐπειδἂν ἐχθρῶν τήνδʼ ἐλευθέραν πόλιν
 
θῶμεν θεοῖσί τʼ ἀκροθίνιʼ ἐξέλῃς, 470
 
ξὺν σοὶ στρατεύειν γῆν ἐπʼ Ἀργείων θέλω
 
καὶ πᾶσαν ἐλθὼν Ἑλλάδʼ ἐκπέρσαι δορί,
 
ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.
Ἕκτωρ
εἰ τοῦ παρόντος τοῦδʼ ἀπαλλαχθεὶς κακοῦ
 
πόλιν νεμοίμην ὡς τὸ πρίν ποτʼ ἀσφαλῆ, 475
 
ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
 
τὰ δʼ ἀμφί τʼ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
 
οὐχ ὧδε πορθεῖν ῥᾴδιʼ, ὡς λέγεις, δορί.
Ῥῆσος
οὐ τούσδʼ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;
Ἕκτωρ
κοὐ μεμφόμεσθά γʼ, ἀλλʼ ἄδην ἐλαύνομεν. 480
Ῥῆσος
οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;
Ἕκτωρ
μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει.
Ῥῆσος
ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.
Ἕκτωρ
πολλῆς γὰρ ἄρχω κἀνθάδʼ ὢν τυραννίδος.
 
ἀλλʼ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας 485
 
εἴτʼ ἐν μέσοισι συμμάχοις πάρεστί σοι
 
πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
Ῥῆσος
μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
 
εἰ δʼ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
 
πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον, 490
 
τάξον μʼ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
Ἕκτωρ
οὐκ ἔστʼ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.
Ῥῆσος
καὶ μὴν λόγος γʼ ἦν ὡς ἔπλευσʼ ἐπʼ Ἴλιον.
Ἕκτωρ
ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων
 
στρατηλάταισιν οὐ συναίρεται δόρυ. 495
Ῥῆσος
τίς δὴ μετʼ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
Ἕκτωρ
Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
 
χὡ Τυδέως παῖς· ἔστι δʼ αἱμυλώτατον
 
κρότημʼ Ὀδυσσεύς, λῆμά τʼ ἀρκούντως θρασὺς
 
καὶ πλεῖστα χώραν τήνδʼ ἀνὴρ καθυβρίσας· 500
 
ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
 
κλέψας ἄγαλμα ναῦς ἐπʼ Ἀργείων φέρει.
 
ἤδη δʼ ἀγύρτης πτωχικὴν ἔχων στολὴν
 
ἐσῆλθε πύργους, πολλὰ δʼ Ἀργείοις κακὰ
 
ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος· 505
 
κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
 
ἐξῆλθεν· αἰεὶ δʼ ἐν λόχοις εὑρίσκεται
 
Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
 
θάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν.
Ῥῆσος
οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ 510
 
κτεῖναι τὸν ἐχθρόν, ἀλλʼ ἰὼν κατὰ στόμα.
 
τοῦτον δʼ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
 
καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
 
πυλῶν ἐπʼ ἐξόδοισιν ἀμπείρας ῥάχιν
 
στήσω πετεινοῖς γυψὶ θοινατήριον. 515
 
λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
 
συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.
Ἕκτωρ
νῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη.
 
δείξω δʼ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
 
τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα. 520
 
ξύνθημα δʼ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ·
 
μέμνησʼ ἀκούσας, Θρῃκί τʼ ἄγγειλον στρατῷ.
 
ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
 
φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
 
δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς, 525
 
ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.
[Choral 1]
— τίνος ἁ φυλακά; τίς ἀμείβει
Χορός
τὰν ἐμάν; πρῶτα
 
δύεται σημεῖα καὶ ἑπτάποροι
 
Πλειάδες αἰθέριαι· μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται. 530
 
— ἔγρεσθε, τί μέλλετε; κοιτᾶν
 
ἔγρεσθε πρὸς φυλακάν.
 
οὐ λεύσσετε μηνάδος αἴγλαν;
 
— ἀὼς δὴ πέλας, ἀὼς 535
 
γίγνεται, καί τις προδρόμων
 
ὅδε γʼ ἐστὶν ἀστήρ.
 
— τίς ἐκηρύχθη πρώτην φυλακήν;
 
— Μυγδόνος υἱόν φασι Κόροιβον.
 
— τίς γὰρ ἐπʼ αὐτῷ; — Κίλικας Παίων 540
 
στρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς.
 
— οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
 
βάντας ἐγείρειν
 
καιρὸς κλήρου κατὰ μοῖραν; 545
 
— καὶ μὴν ἀΐω· Σιμόεντος
 
ἡμένα κοίτας
 
φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
 
γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν. 550
 
— ἤδη δὲ νέμουσι κατʼ Ἴδαν
 
ποίμνια· νυκτιβρόμου
 
σύριγγος ἰὰν κατακούω.
 
— θέλγει δʼ ὄμματος ἕδραν
 
ὕπνος· ἅδιστος γὰρ ἔβα 555
 
βλεφάροις πρὸς ἀοῦς.
 
— τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶν
 
Ἕκτωρ ὤτρυνε κατόπταν;
 
— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
 
— ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας 560
 
διόλωλε; — τάχʼ ἄν. φοβερόν μοι.
 
— αὐδῶ Λυκίους πέμπτην φυλακὴν
 
βάντας ἐγείρειν
 
ἡμᾶς κλήρου κατὰ μοῖραν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme