Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 2

[Choral 2]
σει θιάσους ἐρώτων
Χορός
ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή-
 
τοις ὑποδεξίαις ἁμίλ-
 
λαις κατὰ πόντον Ἀτρειδᾶν 365
 
Σπάρταν οἰχομένων
 
Ἰλιάδος παρʼ ἀκτᾶς;
 
ὦ φίλος, εἴθε μοι
 
σᾷ χερὶ καὶ σῷ δορὶ πρά-
 
ξας τάδʼ ἐς οἶκον ἔλθοις.
 
ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ 370
 
Πηλεΐδα κατʼ ὄμμα πέλ-
 
ταν δοχμίαν πεδαίρων
 
σχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί-
 
ζων δίβολόν τʼ ἄκοντα πάλ-
 
λων. σὲ γὰρ οὔτις ὑποστὰς 375
 
Ἀργείας ποτʼ ἐν Ἥ-
 
ρας δαπέδοις χορεύσει·
 
ἀλλά νιν ἅδε γᾶ
 
καπφθίμενον Θρῃκὶ μόρῳ
 
φίλτατον ἄχθος οἴσει.
← Önceki Stasimon 2 · 2 / 2 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme