Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 1

[Episode]
καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
Δόλων
λύκου κέλευθον πολεμίοις δυσεύρετον,
 
τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
 
ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί,
 
δίβαμος εἶμι· τῇδε σύγκειται δόλος. 215
Χορός
ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
 
πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
 
ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ.
Δόλων
σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
 
οἴσω κάρα σοι — σύμβολον δʼ ἔχων σαφὲς 220
 
φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν —
 
ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶ
 
ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
[Choral 1]
Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
Χορός
ναὸν ἐμβατεύων 225
 
Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή-
 
ρης, ἱκοῦ ἐννύχιος
 
καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
 
ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις, 230
 
ὦ παγκρατές, ὦ Τροΐας
← Önceki Stasimon 1 · 5 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme