Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 5

[Episode 1]
οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας·
Ἡνίοχος
ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
Ἕκτωρ
σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ.
Ἡνίοχος
ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
Ἕκτωρ
μὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος. 870
Ἡνίοχος
ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;
Ἕκτωρ
οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται.
Ἡνίοχος
καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
Ἕκτωρ
ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.
Ἡνίοχος
ὄλοιθʼ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται 875
 
γλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται.
Ἕκτωρ
λάζυσθʼ· ἄγοντες δʼ αὐτὸν ἐς δόμους ἐμούς,
 
οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε·
 
ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
 
Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς 880
 
θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
[Episode]
τί ποτʼ εὐτυχίας ἐκ τῆς μεγάλης
Χορός
Τροίαν ἀνάγει πάλιν ἐς πένθη
 
δαίμων ἄλλος, τί φυτεύων;
 
ἔα ἔα. ὦ ὦ. 885
← Önceki Stasimon 5 · 8 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme