Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 5

[Episode]
θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ.
Ἡνίοχος
ἐγὼ δʼ ἀμύνων θῆρας ἐξεγείρομαι
 
πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος.
 
κλύω δʼ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.
 
θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς 790
 
βάλλει με δυσθνῄσκοντος αἵματος νέου.
 
ὀρθὸς δʼ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.
 
καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενον
 
παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
 
ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμην 795
 
πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
 
πίπτω δὲ πρηνής· οἳ δʼ ὄχημα πωλικὸν
 
λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.
 
ἆ ἆ.
 
ὀδύνη με τείρει, κοὐκέτʼ ὀρθοῦμαι τάλας.
 
καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπῳ δʼ ὅτῳ 800
 
τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,
 
οὐδʼ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι
 
πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
Χορός
ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,
← Önceki Stasimon 5 · 4 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme