Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 5

[Episode]
ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
Ἡνίοχος
ἔρρει στρατιά, πέπτωκεν ἄναξ
 
δολίῳ πληγῇ.
 
ἆ ἆ ἆ ἆ,
 
οἵα μʼ ὀδύνη τείρει φονίου 750
 
τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;
 
χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν,
 
Τροίᾳ κέλσαντʼ ἐπίκουρον;
Χορός
τάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά·
 
σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας. 755
Ἡνίοχος
κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς
 
αἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε·
 
θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
 
λυπρὸν μὲν οἶμαι τῷ θανόντι — πῶς γὰρ οὔ; —
 
τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία. 760
 
ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν.
 
ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ,
 
ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
 
κόπῳ δαμέντες, οὐδʼ ἐφρουρεῖτο στρατὸς
 
φυλακαῖσι νυκτέροισιν, οὐδʼ ἐν τάξεσιν 765
← Önceki Stasimon 5 · 2 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme