Thesauros Literature Tragedy Ῥῆσος

Ῥῆσος

Ῥῆσος Euripides

Stasimon 5

[Episode 1]
τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
Μοῦσα
κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος
 
ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε
 
οὔτʼ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας·
 
κρυπτὸς δʼ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς 970
 
ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
 
Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν
 
ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
 
ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ
 
οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών. 975
 
θρήνοις δʼ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,
 
ἔπειτʼ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
 
οὐ ῥύσεταί νιν Παλλάς, ἥ σʼ ἀπέκτανεν·
 
τοῖον φαρέτρα Λοξίου σῴζει βέλος.
 
ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν· 980
 
ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται,
 
ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα.
Χορός
οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει·
 
σὺ δʼ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,
 
Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε. 985
← Önceki Stasimon 5 · 13 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme