Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 4

Χορός
ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
 
ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
Ἀγαμέμνων
ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή, 1255
 
φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.
 
δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
 
δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.
 
ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε,
 
χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι, 1260
 
οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι,
 
εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
 
οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
 
μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
 
πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα, 1265
 
παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν·
 
οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
 
ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς.
 
οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
 
οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα, 1270
 
ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
 
θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν.
← Önceki Epeisodion 4 · 9 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme