Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 3

[Choral 1]
τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυος
Χορός
μετά τε φιλοχόρου κιθάρας
 
συρίγγων θʼ ὑπὸ καλαμοεσ-
 
σᾶν ἔστασεν ἰαχάν,
 
ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι 1040
 
δαιτὶ θεῶν ἔνι Πιερίδες
 
χρυσεοσάνδαλον ἴχνος
 
ἐν γᾷ κρούουσαι
 
Πηλέως ἐς γάμον ἦλθον,
 
μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν, 1045
 
Κενταύρων ἐν ὄρεσι κλέουσαι
 
Πηλιάδα καθʼ ὕλαν.
 
ὁ δὲ Δαρδανίδας, Διὸς
 
λέκτρων τρύφημα φίλον, 1050
 
χρυσέοισιν ἄφυσσε λοιβὰν
 
ἐν κρατήρων γυάλοις,
 
ὁ Φρύγιος Γανυμήδης.
 
παρὰ δὲ λευκοφαῆ ψάμαθον
 
εἱλισσόμεναι κύκλια 1055
 
πεντήκοντα κόραι γάμους
← Önceki bölüm Stasimon 3 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme