Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 3

[Episode]
μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
Ἀχιλλεύς
λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν
 
ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.
 
ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν,
 
ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν. 925
 
ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς
 
Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
 
καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,
 
πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
 
ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσιν 930
 
παρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί.
 
σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,
 
ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν,
 
τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,
 
κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται, 935
 
ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰς
 
ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
 
τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,
 
τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιον
 
πόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν, 940
← Önceki Epeisodion 3 · 7 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme