Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Epeisodion 1

Πρεσβύτης
Μενέλαε, τολμᾷς δείνʼ, ἅ σʼ οὐ τολμᾶν χρεών.
Μενέλαος
ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ.
Πρεσβύτης
καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας. 305
Μενέλαος
κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.
Πρεσβύτης
οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ʼφερον.
Μενέλαος
οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.
Πρεσβύτης
ἄλλοις ἁμιλλῶ ταῦτʼ· ἄφες δὲ τήνδʼ ἐμοί.
Μενέλαος
οὐκ ἂν μεθείμην. 310
Πρεσβύτης
οὐδʼ ἔγωγʼ ἀφήσομαι. 310
Μενέλαος
σκήπτρῳ τάχʼ ἆρα σὸν καθαιμάξω κάρα.
Πρεσβύτης
ἀλλʼ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ.
Μενέλαος
μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.
Πρεσβύτης
ὦ δέσποτʼ, ἀδικούμεσθα. σὰς δʼ ἐπιστολὰς
 
ἐξαρπάσας ὅδʼ ἐκ χερῶν ἐμῶν βίᾳ, 315
 
Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.
[Episode]
ἔα·
Ἀγαμέμνων
τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;
Μενέλαος
οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.
Ἀγαμέμνων
σὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις;
Μενέλαος
βλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω. 320
← Önceki bölüm Epeisodion 1 · 1 / 13 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme