Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 5

[Episode]
πρὸς τῇ παρούσῃ;
Ἄγγελος
σῆς μὲν οὖν παιδὸς πέρι
 
θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.
Κλυταιμήστρα
μὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος.
Ἄγγελος
ἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς. 1540
 
λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου
 
γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.
 
ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης
 
Ἀρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους,
 
ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος, 1545
 
σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος
 
ἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ
 
ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,
 
ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα
 
δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς. 1550
 
ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
 
ἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι·
 
τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
 
καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
 
θῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶς 1555
← Önceki Stasimon 5 · 4 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme