Eksodos
[Episode]
οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν·
1430
Ἀχιλλεύς
ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.
Ἰφιγένεια
μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;
Κλυταιμήστρα
ἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα.
Ἰφιγένεια
παῦσαι· ʼμὲ μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ.
1435
Κλυταιμήστρα
λέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.
Ἰφιγένεια
μήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,
μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.
Κλυταιμήστρα
τί δὴ τόδʼ εἶπας, τέκνον; ἀπολέσασά σε;
Ἰφιγένεια
οὐ σύ γε· σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ.
1440
Κλυταιμήστρα
πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;
Ἰφιγένεια
ἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.
Κλυταιμήστρα
τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.
Ἰφιγένεια
βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.
Κλυταιμήστρα
ἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ.
1445
Ἰφιγένεια
ὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις.
Κλυταιμήστρα
τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν;
Ἰφιγένεια
μηδʼ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους.
Κλυταιμήστρα
εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;