Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι

Ἰφιγένεια ἐν Αὐλίδι Euripides

Stasimon 4

[Choral]
ἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲ
Ἰφιγένεια
Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις 1300
 
Ἥρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος,
 
ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα
 
Κύπρις, ἃ δὲ δορὶ Παλλάς, 1305
 
Ἥρα τε Διὸς ἄνακτος
 
εὐναῖσι βασιλίσιν,
 
κρίσιν ἐπὶ στυγνὰν ἔριν τε
 
καλλονᾶς, ἐμοὶ δὲ θάνατον —
 
ὄνομα μὲν φέροντα Δαναΐ- 1310
 
δαισιν, ὦ κόραι, πρόθυμα δʼ 1310
 
ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
 
ὁ δὲ τεκών με τὰν τάλαιναν,
 
ὦ μᾶτερ ὦ μᾶτερ,
 
οἴχεται προδοὺς ἔρημον.
 
ὦ δυστάλαινʼ ἐγώ, πικρὰν 1315
 
πικρὰν ἰδοῦσα δυσελέναν,
 
φονεύομαι διόλλυμαι
 
σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
 
μή μοι ναῶν χαλκεμβολάδων
← Önceki Stasimon 4 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme