Thesauros Literature Tragedy Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Stasimon 3

[Episode]
ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω
Ἄγγελος
διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·
 
ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο 755
 
προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον,
 
οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις
 
πῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο
 
ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·
 
οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ. 760
 
τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
 
κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
 
ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
 
γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
 
πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, 765
 
κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός.
 
νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων
 
γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
 
τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα,
 
δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας, 770
 
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
 
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
← Önceki Stasimon 3 · 10 / 18 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme