Thesauros Literature Tragedy Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Stasimon 2

[Choral 1]
Χορός
Ἀχελῴου θύγατερ,
 
πότνιʼ εὐπάρθενε Δίρκα, 520
 
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
 
τὸ Διὸς βρέφος ἔλαβες,
 
ὅτε μηρῷ πυρὸς ἐξ ἀ-
 
θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-
 
πασέ νιν, τάδʼ ἀναβοάσας· 525
 
Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ-
 
σενα τάνδε βᾶθι νηδύν·
 
ἀναφαίνω σε τόδʼ, ὦ Βάκ-
 
χιε, Θήβαις ὀνομάζειν.
 
σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα, 530
 
στεφανηφόρους ἀπωθῇ
 
θιάσους ἔχουσαν ἐν σοί.
 
τί μʼ ἀναίνῃ; τί με φεύγεις;
 
ἔτι ναὶ τὰν βοτρυώδη
 
Διονύσου χάριν οἴνας, 535
 
ἔτι σοι τοῦ Βρομίου μελήσει.
 
οἵαν οἵαν ὀργὰν
 
ἀναφαίνει χθόνιον
 
γένος ἐκφύς τε δράκοντός
 
ποτε Πενθεύς, ὃν Ἐχίων 540
 
ἐφύτευσε χθόνιος,
 
ἀγριωπὸν τέρας, οὐ φῶ-
 
τα βρότειον, φόνιον δʼ ὥσ-
 
τε γίγαντʼ ἀντίπαλον θεοῖς·
 
ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦ 545
 
Βρομίου τάχα ξυνάψει,
 
τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώ-
 
ματος ἤδη θιασώταν
 
σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.
 
ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖ 550
 
Διόνυσε, σοὺς προφήτας
 
ἐν ἁμίλλαισιν ἀνάγκας;
 
μόλε, χρυσῶπα τινάσσων,
 
ἄνα, θύρσον κατʼ Ὄλυμπον,
 
φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες. 555
[Choral]
πόθι Νύσας ἄρα τᾶς θη-
Χορός
ροτρόφου θυρσοφορεῖς
 
θιάσους, ὦ Διόνυσʼ, ἢ
 
κορυφαῖς Κωρυκίαις;
 
τάχα δʼ ἐν ταῖς πολυδένδρεσ- 560
 
σιν Ὀλύμπου θαλάμαις, ἔν-
 
θα ποτʼ Ὀρφεὺς κιθαρίζων
 
σύναγεν δένδρεα μούσαις,
 
σύναγεν θῆρας ἀγρώτας.
 
μάκαρ ὦ Πιερία, 565
 
σέβεταί σʼ Εὔιος, ἥξει
 
τε χορεύσων ἅμα βακχεύ-
 
μασι, τόν τʼ ὠκυρόαν
 
διαβὰς Ἀξιὸν εἱλισ-
 
σομένας Μαινάδας ἄξει, 570
 
Λυδίαν πατέρα τε, τὸν
 
τᾶς εὐδαιμονίας βροτοῖς
 
ὀλβοδόταν, τὸν ἔκλυον
 
εὔιππον χώραν ὕδασιν
 
καλλίστοισι λιπαίνειν. 575

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme