Thesauros Literature Tragedy Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Epeisodion 1

Τειρεσίας
Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
 
Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ· 290
 
Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.
 
ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου
 
αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,
 
 
Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
 
βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, 295
 
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
 
Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
 
μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
 
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
 
ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς, 300
 
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
 
Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
 
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
 
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
 
μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα. 305
 
ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
 
πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
← Önceki Epeisodion 1 · 7 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme