Thesauros Literature Tragedy Βάκχαι

Βάκχαι

Βάκχαι Euripides

Epeisodion 1

Πενθεύς
ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
 
πατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων— 250
 
νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ,
 
τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
 
οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
 
θύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ;
 
σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλεις 255
 
τὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέον
 
σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
 
εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
 
καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
 
τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ 260
 
ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
 
οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
Χορός
τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺς
 
Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
 
Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος; 265
Τειρεσίας
ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
 
καλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν·
 
σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
← Önceki Epeisodion 1 · 5 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme