Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 3

[Choral 1]
κατάρχομαι στεναγμόν, ὦ Πελασγία, 960
Ἠλέκτρα
τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων,
 
αἱματηρὸν ἄταν,
 
κτύπον τε κρατός, ὃν ἔλαχʼ ἁ κατὰ χθονὸς
 
νερτέρων Περσέφασσα καλλίπαις θεά.
 
ἰαχείτω δὲ γᾶ Κυκλωπία, 965
 
σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον,
 
πήματʼ οἴκων.
 
ἔλεος ἔλεος ὅδʼ ἔρχεται
 
τῶν θανουμένων ὕπερ,
 
στρατηλατᾶν Ἑλλάδος ποτʼ ὄντων. 970
 
βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων
 
πρόπασα γέννα Πέλοπος ὅ τʼ ἐπὶ μακαρίοις
 
ζῆλος ὤν ποτʼ οἴκοις·
 
φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴς
 
φοινία ψῆφος ἐν πολίταις. 975
 
ἰὼ ἰώ, πανδάκρυτʼ ἐφαμέρων
 
ἔθνη πολύπονα, λεύσσεθʼ, ὡς παρʼ ἐλπίδας
 
μοῖρα βαίνει.
 
ἕτερα δʼ ἕτερος ἀμείβεται
 
πήματʼ ἐν χρόνῳ μακρῷ· 980
 
βροτῶν δʼ ὁ πᾶς ἀστάθμητος αἰών.
[Choral]
μόλοιμι τὰν οὐρανοῦ
Ἠλέκτρα
μέσον χθονός τε τεταμέναν
 
αἰωρήμασι πέτραν,
 
ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι,
 
βῶλον ἐξ Ὀλύμπου,
 
ἵνʼ ἐν θρήνοισιν ἀναβοάσω
 
γέροντι πατρὶ Ταντάλῳ 985
 
ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων,
 
οἳ κατεῖδον ἄτας,
 
ποτανὸν μὲν δίωγμα πώλων
 
τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε
 
πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον 990
 
δικὼν ἐς οἶδμα πόντου,
 
λευκοκύμοσιν
 
πρὸς Γεραιστίαις
 
ποντίων σάλων
 
ᾐόσιν ἁρματεύσας.
 
ὅθεν δόμοισι τοῖς ἐμοῖς 995
 
ἦλθʼ ἀρὰ πολύστονος,
 
λόχευμα ποιμνίοισι Μαιάδος τόκου,
 
τὸ χρυσόμαλλον ἀρνὸς ὁπότʼ
 
ἐγένετο τέρας ὀλοὸν ὀλοὸν
 
Ἀτρέος ἱπποβώτα· 1000
 
ὅθεν Ἔρις τό τε πτερωτὸν
 
ἁλίου μετέβαλεν ἅρμα,
 
τὰν πρὸς ἑσπέραν κέλευθον
 
οὐρανοῦ προσαρμόσα-
 
σα μονόπωλον ἐς Ἀῶ,
 
ἑπταπόρου τε δράμημα Πελειάδος 1005
 
εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει,
 
τῶνδέ τʼ ἀμείβει θανάτους θανά-
 
των τά τʼ ἐπώνυμα δεῖπνα Θυέστου
 
λέκτρα τε Κρήσσας Ἀερόπας δολί-
 
ας δολίοισι γάμοις· τὰ πανύστατα δʼ 1010
 
εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε
 
δόμων πολυπόνοις ἀνάγκαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme