Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Parodos

[Choral 1]
σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης 140
Χορός
τίθετε, μὴ κτυπεῖτʼ.
Ἠλέκτρα
ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας.
Χορός
ἰδού, πείθομαι.
Ἠλέκτρα
ἆ ἆ σύριγγος ὅπως πνοὰ 145
 
λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.
Χορός
ἴδʼ, ἀτρεμαῖον ὡς ὑπόροφον φέρω
 
βοάν.
Ἠλέκτρα
ναί, οὕτως·
 
κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι·
 
λόγον ἀπόδος ἐφʼ ὅ τι χρέος ἐμόλετέ ποτε. 150
 
χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται.
Χορός
πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα·
 
τίνα τύχαν εἴπω; τίνα δὲ συμφοράν;
Ἠλέκτρα
ἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀναστένει. 155
Χορός
τί φῄς; ὦ τάλας.
Ἠλέκτρα
ὀλεῖς, εἰ βλέφαρα κινήσεις
 
ὕπνου γλυκυτάταν φερομένῳ χάριν.
Χορός
μέλεος ἐχθίστων θεόθεν ἐργμάτων, 160
 
τάλας.
Ἠλέκτρα
φεῦ μόχθων.
 
ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό-
 
φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασε
 
φόνον ὁ Λοξίας ἐμᾶς ματέρος. 165
[Choral 2]
ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας.
Ἠλέκτρα
σὺ γάρ νιν, ὦ τάλαινα,
 
θωΰξασʼ ἔβαλες ἐξ ὕπνου.
Χορός
εὕδειν μὲν οὖν ἔδοξα.
Ἠλέκτρα
οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκων 170
 
πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
 
μεθεμένα κτύπου;
Χορός
ὑπνώσσει.
Ἠλέκτρα
λέγεις εὖ.
 
πότνια, πότνια νύξ,
 
ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν, 175
 
ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος
 
τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
 
ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς 180
 
διοιχόμεθʼ, οἰχόμεθα. κτύπον ἠγάγετʼ· οὐχὶ σῖγα
 
σῖγα φυλασσομένα στόματος
 
ἄνα κέλαδον ἀπὸ λέχεος ἥ- 185
 
συχον ὕπνου χάριν παρέξεις, φίλα;
Χορός
θρόει τίς κακῶν τελευτὰ μένει.
Ἠλέκτρα
θανεῖν θανεῖν, τί δʼ ἄλλο;
 
οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.
Χορός
πρόδηλος ἆρʼ ὁ πότμος. 190
Ἠλέκτρα
ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς
 
μέλεον ἀπόφονον αἷμα δοὺς
 
πατροφόνου ματρός.
Χορός
δίκᾳ μέν.
Ἠλέκτρα
καλῶς δʼ οὔ.
 
ἔκανες ἔθανες, ὦ 195
 
τεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσας
 
πατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος·
 
ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα. 200
 
σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεται
 
βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι
 
δάκρυσί τʼ ἐννυχίοις, ἄγαμος 205
 
ἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁ
 
μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme