Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 7

[Episode]
ἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστην
Ἀπόλλων
θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δʼ
 
Ἑλένην Δίοις μελάθροις πελάσω,
 
λαμπρῶν ἄστρων πόλον ἐξανύσας, 1685
 
ἔνθα παρʼ Ἥρᾳ τῇ θʼ Ἡρακλέους
 
Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις
 
ἔσται σπονδαῖς ἔντιμος ἀεί,
 
σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,
 
ναύταις μεδέουσα θαλάσσης. 1690
Χορός
ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
 
βίοτον κατέχοις
 
καὶ μὴ λήγοις στεφανοῦσα.
← Önceki 16 / 16

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme