Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 6

[Episode]
Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα
Φρύξ
βαρβάροις ἐν εὐμάρι- 1370
 
σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα
 
Δωρικάς τε τριγλύφους,
 
φροῦδα φροῦδα, γᾶ γᾶ,
 
βαρβάροισι δρασμοῖς.
 
αἰαῖ· 1375
 
πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρʼ ἀμ-
 
πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν
 
ταυρόκρανος ἀγκάλαις
 
ἑλίσσων κυκλοῖ χθόνα;
Χορός
τί δʼ ἔστιν, Ἑλένης πρόσπολʼ. Ἰδαῖον κάρα; 1380
Φρύξ
Ἴλιον Ἴλιον, ὤμοι μοι,
 
Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-
 
δας ὄρος ἱερόν, ὥς σʼ ὀλόμενον στένω
 
ἁρμάτειον ἁρμάτειον μέλος
 
βαρβάρῳ βοᾷ διʼ ὀρνιθόγονον 1385
 
ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας
 
σκύμνου, δυσελένας
 
δυσελένας,
 
ξεστῶν περγάμων Ἀπολλωνίων
 
ἐρινύν· ὀττοτοῖ·
 
ἰαλέμων ἰαλέμων 1390
 
Δαρδανία τλᾶμον Γανυμήδεος
 
ἱπποσύνᾳ, Διὸς εὐνέτα.
Χορός
σαφῶς λέγʼ ἡμῖν αὔθʼ ἕκαστα τἀν δόμοις.
 
τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσʼ ἔχω.
Φρύξ
αἴλινον αἴλινον ἀρχὰν θανάτου 1395
 
βάρβαροι λέγουσιν, αἰαῖ,
 
Ἀσιάδι φωνᾷ, βασιλέων
 
ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν
 
σιδαρέοισιν Ἅιδα.
 
ἦλθον ἐς δόμους, ἵνʼ αὔθʼ ἕ- 1400
 
καστά σοι λέγω, λέοντες 1400
 
Ἕλλανες δύο διδύμω·
 
τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθʼ,
 
ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
 
οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος,
 
πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν, 1405
 
ξυνετὸς πολέμου, φόνιός τε δράκων.
 
ἔρροι τᾶς ἡσύχου
 
προνοίας κακοῦργος ὤν.
 
οἳ δὲ πρὸς θρόνους ἔσω
 
μολόντες ἇς ἔγημʼ ὁ τοξότας Πάρις
 
γυναικός, ὄμμα δακρύοις 1410
 
πεφυρμένοι, ταπεινοὶ
 
ἕζονθʼ, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲ
 
τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.
 
περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον
 
Ἑλένας ἄμφω. 1415
 
ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
 
ἀμφίπολοι Φρύγες·
 
προσεῖπε δʼ ἄλλος ἄλλον ἐν φόβῳ πεσών,
 
μή τις εἴη δόλος.
 
κἀδόκει τοῖς μὲν οὔ, 1420
 
τοῖς δʼ ἐς ἀρκυστάταν
 
μηχανὰν ἐμπλέκειν
 
παῖδα τὰν Τυνδαρίδʼ ὁ
 
μητροφόντας δράκων.
Χορός
σὺ δʼ ἦσθα ποῦ τότʼ; ἢ πάλαι φεύγεις φόβῳ, 1425
Φρύξ
Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις
 
παρὰ βόστρυχον αὔραν αὔραν
 
Ἑλένας Ἑλένας εὐπαγεῖ
 
κύκλῳ πτερίνῳ πρὸ παρηίδος
 
ἀίσσων βαρβάροις νόμοισιν. 1430
 
ἃ δὲ λίνον ἠλακάτᾳ
 
δακτύλοις ἕλισσεν,
 
νῆμα δʼ ἵετο πέδῳ,
 
σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-
 
ματα συστολίσαι χρῄζουσα λίνῳ, 1435
 
φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.
 
προσεῖπεν δʼ Ὀρέστας
 
Λάκαιναν κόραν· ὦ
 
Διὸς παῖ, θὲς ἴχνος
 
πέδῳ δεῦρʼ ἀποστᾶσα κλισμοῦ, 1440
 
Πέλοπος ἐπὶ προπάτορος ἕδραν
 
παλαιᾶς ἑστίας,
 
ἵνʼ εἰδῇς λόγους ἐμούς. —
 
ἄγει δʼ ἄγει νιν· ἃ δʼ ἐφείπετʼ,
 
οὐ πρόμαντις ὧν ἔμελλεν· 1445
 
ὁ δὲ συνεργὸς ἄλλʼ ἔπρασσʼ
 
ἰὼν κακὸς Φωκεύς·
 
οὐκ ἐκποδὼν ἴτʼ; ἀλλʼ ἀεὶ κακοὶ Φρύγες.
 
ἔκλῃσε δʼ ἄλλον ἄλλοσʼ ἐν
 
στέγαισι· τοὺς μὲν ἐν σταθμοῖ-
 
σιν ἱππικοῖσι, τοὺς δʼ ἐν ἐξ-
 
έδραισι, τοὺς δʼ ἐκεῖσʼ ἐκεῖθεν ἄλλον ἄλ- 1450
 
λοσε διαρμόσας ἀποπρὸ δεσποίνας.
Χορός
τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;
Φρύξ
Ἰδαία μᾶτερ
 
μᾶτερ ὀβρίμα ὀβρίμα,
 
αἰαὶ φονίων παθέων ἀνόμων 1455
 
τε κακῶν ἅπερ ἔδρακον ἔδρακον
 
ἐν δόμοις τυράννων.
 
ἀμφιπορφυρέων πέπλων
 
ὑπὸ σκότου ξίφη σπάσα-
 
ντες ἄλλος ἄλλοσʼ ἐν χεροῖν
 
δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
 
ὡς κάπροι δʼ ὀρέστεροι γυ-
 
ναικὸς ἀντίοι σταθέντες 1460
 
ἐννέπουσι· Κατθανῇ
 
κατθανῇ,
 
κακός σʼ ἀποκτείνει πόσις,
 
κασιγνήτου προδοὺς
 
ἐν Ἄργει θανεῖν γόνον.
 
ἃ δʼ ἀνίαχεν ἴ- 1465
 
αχεν· Ὤμοι μοι. 1465
 
λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοις
 
κτύπησε κρᾶτα μέλεον πλαγᾷ·
 
φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον
 
ἴχνος ἔφερεν ἔφερεν· ἐς
 
κόμας δὲ δακτύλους δικὼν Ὀρέστας,
 
Μυκηνίδʼ ἀρβύλαν προβάς, 1470
 
ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,
 
παίειν λαιμῶν ἔμελ-
 
λεν εἴσω μέλαν ξίφος.
Χορός
ποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;
Φρύξ
ἰαχᾷ
 
δόμων θύρετρα καὶ σταθμοὺς
 
μοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν,
 
βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης, 1475
 
ὃ μὲν πέτρους, ὃ δʼ ἀγκύλας,
 
ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
 
ἔναντα δʼ ἦλθε Πυλάδης
 
ἀλίαστος, οἷος οἷος Ἕκ-
 
τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας, 1480
 
ὃν εἶδον εἶδον ἐν πύλαις
 
Πριαμίσι· φασγάνων δʼ ἀκμὰς
 
συνήψαμεν.
 
δὴ τότε διαπρεπεῖς τότʼ ἐγένοντο Φρύγες,
 
ὅσον Ἄρεως ἀλκὰν
 
ἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς, 1485
 
ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν,
 
ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος,
 
θανάτου προβολάν·
 
ὑπὸ σκότον δʼ ἐφεύγομεν·
 
νεκροὶ δʼ ἔπιπτον, οἳ δʼ ἔμελλον, οἳ δʼ ἔκειντʼ.
 
ἔμολε δʼ ἁ τάλαινʼ Ἑρμιόνα δόμους 1490
 
ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ 1490
 
νιν ἔτεκεν τλάμων.
 
ἄθυρσοι δʼ
 
οἷά νιν δραμόντε Βάκχαι
 
σκύμνον ἐν χεροῖν ὀρείαν
 
ξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόραν
 
ἐπὶ σφαγὰν ἔτεινον· ἃ δʼ
 
ἐκ θαλάμων
 
ἐγένετο διαπρὸ δωμάτων 1495
 
ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ
 
καὶ φῶς καὶ νύξ,
 
ἤτοι φαρμάκοισιν ἢ
 
μάγων τέχναις ἢ θεῶν κλοπαῖς.
 
τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δρα-
 
πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
 
πολύπονα δὲ πολύπονα πάθεα 1500
 
Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ-
 
πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.
Χορός
καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·
 
ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
 
βαίνοντʼ Ὀρέστην ἐπτοημένῳ ποδί. 1505
Ὀρέστης
ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;
Φρύξ
προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
Ὀρέστης
οὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί.
Φρύξ
πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.
Ὀρέστης
οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν; 1510
Φρύξ
σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.
Ὀρέστης
ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;
Φρύξ
ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.
Ὀρέστης
δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.
Φρύξ
οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο; 1515
Ὀρέστης
ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν.
Φρύξ
τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ.
Ὀρέστης
ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
Φρύξ
ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
Ὀρέστης
μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών; 1520
Φρύξ
μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα.
Ὀρέστης
δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν;
Φρύξ
πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.
Ὀρέστης
εὖ λέγεις· σῴζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων.
Φρύξ
οὐκ ἄρα κτενεῖς με; 1525
Ὀρέστης
ἀφεῖσαι. 1525
Φρύξ
καλὸν ἔπος λέγεις τόδε. 1525
Ὀρέστης
ἀλλὰ μεταβουλευσόμεσθα.
Φρύξ
τοῦτο δʼ οὐ καλῶς λέγεις.
Ὀρέστης
μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην·
 
οὔτε γὰρ γυνὴ πέφυκας — οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ.
 
τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων·
 
ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται. 1530
 
Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·
 
ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος·
 
εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
 
τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει
 
σύγγονόν τʼ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι, 1535
 
παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
[Choral 1]
— ἰὼ ἰὼ τύχα,
Χορός
ἕτερον εἰς ἀγῶνʼ, ἕτερον αὖ δόμος
 
φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
 
— τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε;
 
ἢ σῖγʼ ἔχωμεν; ἀσφαλέστερον, φίλαι. 1540
 
— ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
 
θοάζων ὅδʼ αἰθέρος ἄνω καπνός.
 
— ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους
 
τοὺς Τανταλείους, οὐδʼ ἀφίστανται φόνου.
 
— τέλος ἔχει δαίμων βροτοῖς, 1545
 
τέλος ὅπᾳ θέλῃ. 1545
 
— μεγάλα δέ τις ἁ δύναμις διʼ ἀλαστόρων
 
ἔπεσʼ ἔπεσε μέλαθρα τάδε διʼ αἱμάτων
 
διὰ τὸ Μυρτίλου πέσημʼ ἐκ δίφρου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme