Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 5

[Episode]
οὐκ εἰσακούουσʼ· ὦ τάλαινʼ ἐγὼ κακῶν.
Ἠλέκτρα
ἆρʼ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
 
τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας
 
ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει. 1290
 
σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·
 
ἀλλʼ αἳ μὲν ἐνθάδʼ, αἳ δʼ ἐκεῖσʼ ἑλίσσετε.
Χορός
ἀμείβω κέλευθον σκοποῦσα πάντῃ. 1295
Ἑλένη
ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.
Χορός
— ἠκούσαθʼ; ἅνδρες χεῖρʼ ἔχουσιν ἐν φόνῳ.
 
— Ἑλένης τὸ κώκυμʼ ἐστίν, ὡς ἀπεικάσαι.
Ἠλέκτρα
ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,
 
ἔλθʼ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως. 1300
Ἑλένη
Μενέλαε, θνῄσκω· σὺ δὲ παρών μʼ οὐκ ὠφελεῖς.
Ἠλέκτρα
φονεύετε, καίνετε,
 
ὄλλυτε, δίπτυχα δίστομα φάσγανα
 
ἐκ χερὸς ἱέμενοι
 
τὰν λιποπάτορα λιπόγαμον, ἃ 1305
 
πλείστους ἔκανεν Ἑλλάνων
 
δορὶ παρὰ ποταμὸν ὀλομένους,
 
ὅθι δάκρυα δάκρυσιν ἔπεσεν
 
σιδαρέοισι βέλεσιν ἀμ-
 
φὶ τὰς Σκαμάνδρου δίνας. 1310
Χορός
σιγᾶτε σιγᾶτʼ· ᾐσθόμην κτύπου τινὸς
 
κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.
Ἠλέκτρα
ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον
 
ἥδʼ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.
 
στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους. 1315
 
καλὸν τὸ θήραμʼ, ἢν ἁλῷ, γενήσεται.
 
πάλιν κατάστηθʼ ἡσύχῳ μὲν ὄμματι,
 
χρόᾳ δʼ ἀδήλῳ τῶν δεδραμένων πέρι·
 
κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,
 
ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα. 1320
 
ὦ παρθένʼ, ἥκεις τὸν Κλυταιμήστρας τάφον
 
στέψασα καὶ σπείσασα νερτέροις χοάς;
Ἑρμιόνη
ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι
 
φόβος τις εἰσελήλυθʼ, ἥντινʼ ἐν δόμοις
 
τηλουρὸς οὖσα δωμάτων κλύω βοήν. 1325
Ἠλέκτρα
τί δʼ; ἄξιʼ ἡμῖν τυγχάνει στεναγμάτων.
Ἑρμιόνη
εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;
Ἠλέκτρα
θανεῖν Ὀρέστην κἄμʼ ἔδοξε τῇδε γῇ.
Ἑρμιόνη
μὴ δῆτʼ, ἐμοῦ γε συγγενεῖς πεφυκότας.
Ἠλέκτρα
ἄραρʼ· ἀνάγκης δʼ ἐς ζυγὸν καθέσταμεν. 1330
Ἑρμιόνη
ἦ τοῦδʼ ἕκατι καὶ βοὴ κατὰ στέγας;
Ἠλέκτρα
ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ —
Ἑρμιόνη
τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς.
Ἠλέκτρα
τλήμων Ὀρέστης· μὴ θανεῖν, ἐμοῦ θʼ ὕπερ.
Ἑρμιόνη
ἐπʼ ἀξίοισί τἄρʼ ἀνευφημεῖ δόμος. 1335
Ἠλέκτρα
περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;
 
ἀλλʼ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,
 
σῇ μητρὶ προσπεσοῦσα τῇ μέγʼ ὀλβίᾳ,
 
Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.
 
ἀλλʼ, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς, 1340
 
οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.
 
ἴθʼ εἰς ἀγῶνα δεῦρʼ, ἐγὼ δʼ ἡγήσομαι·
 
σωτηρίας γὰρ τέρμʼ ἔχεις ἡμῖν μόνη.
Ἑρμιόνη
ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.
 
σώθηθʼ ὅσον γε τοὐπʼ ἐμέ. 1345
Ἠλέκτρα
ὦ κατὰ στέγας 1345
 
φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθʼ ἄγραν;
Ἑρμιόνη
οἲ ἐγώ· τίνας τούσδʼ εἰσορῶ;
Ὀρέστης
σιγᾶν χρεών·
 
ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.
Ἠλέκτρα
ἔχεσθʼ ἔχεσθε· φάσγανον δὲ πρὸς δέρῃ
 
βάλλοντες ἡσυχάζεθʼ, ὡς εἰδῇ τόδε 1350
 
Μενέλαος, οὕνεκʼ ἄνδρας, οὐ Φρύγας κακούς,
 
εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.
[Choral 1]
— ἰὼ ἰὼ φίλαι,
Χορός
κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν
 
πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος
 
μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον, 1355
 
βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,
 
πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον
 
καθαιμακτὸν ἐν δόμοις κείμενον,
 
ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·
 
τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δʼ οὐ σαφῶς. 1360
 
— διὰ δίκας ἔβα θεῶν
 
νέμεσις ἐς Ἑλέναν.
 
δακρύοισι γὰρ Ἑλλάδʼ ἅπασαν ἔπλησε,
 
διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον
 
Πάριν, ὃς ἄγαγʼ Ἑλλάδʼ εἰς Ἴλιον. 1365

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme