Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Stasimon 4

[Episode]
καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει
Χορός
ψήφῳ θανάτου κατακυρωθείς,
 
ὅ τε πιστότατος πάντων Πυλάδης,
 
ἰσάδελφος ἀνήρ, ἰθύνων 1015
 
νοσερὸν κῶλον Ὀρέστου,
 
ποδὶ κηδοσύνῳ παράσειρος.
Ἠλέκτρα
οἲ ἐγώ· πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω,
 
ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
 
οἲ ἐγὼ μάλʼ αὖθις· ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασιν 1020
 
πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.
Ὀρέστης
οὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόους
 
στέρξεις τὰ κρανθέντʼ; οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως
 
φέρειν σʼ ἀνάγκη τὰς παρεστώσας τύχας.
Ἠλέκτρα
καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ 1025
 
τόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα.
Ὀρέστης
σὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸς
 
τέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά.
Ἠλέκτρα
ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
 
θανάτου τʼ ἀώρου. ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ. 1030
Ὀρέστης
μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,
 
ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν.
Ἠλέκτρα
θανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά.
 
πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.
Ὀρέστης
τόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχους 1035
 
ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.
Ἠλέκτρα
σύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ
 
ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.
Ὀρέστης
ἅλις τὸ μητρὸς αἷμʼ ἔχω· σὲ δʼ οὐ κτενῶ,
 
ἀλλʼ αὐτόχειρι θνῇσχʼ ὅτῳ βούλῃ τρόπῳ. 1040
Ἠλέκτρα
ἔσται τάδʼ· οὐδὲν σοῦ ξίφους λελείψομαι.
 
ἀλλʼ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.
Ὀρέστης
τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε
 
θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.
Ἠλέκτρα
ὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχων 1045
 
τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.
Ὀρέστης
ἔκ τοί με τήξεις· καί σʼ ἀμείψασθαι θέλω
 
φιλότητι χειρῶν. τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας;
 
ὦ στέρνʼ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμʼ ἐμόν,
 
τάδʼ ἀντὶ παίδων καὶ γαμηλίου λέχους — 1050
 
προσφθέγματʼ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.
Ἠλέκτρα
φεῦ·
 
πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι
 
καὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα;
Ὀρέστης
ἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾷς δὲ δὴ φίλων
 
ὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου. 1055
Ἠλέκτρα
οὐδʼ εἶφʼ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,
 
Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;
Ὀρέστης
οὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχων
 
τὴν ἐλπίδʼ, εὐλαβεῖτο μὴ σῴζειν φίλους.
 
ἀλλʼ εἶʼ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος 1060
 
δράσαντε κατθανούμεθʼ ἀξιώτατα.
 
κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
 
παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δʼ αὖ χρεὼν
 
ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
 
Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς, 1065
 
καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
 
θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
 
καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾷς, πορεύομαι.
Πυλάδης
ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,
 
εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας. 1070
Ὀρέστης
τί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα;
Πυλάδης
ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;
Ὀρέστης
οὐκ ἔκτανες σὴν μητέρʼ, ὡς ἐγὼ τάλας.
Πυλάδης
σὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ.
Ὀρέστης
ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι. 1075
 
σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή,
 
καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
 
γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης,
 
ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων·
 
σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών, 1080
 
κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή.
 
ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς,
 
χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν·
 
οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.
Πυλάδης
ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων. 1085
 
μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον,
 
μὴ λαμπρὸς αἰθήρ, εἴ σʼ ἐγὼ προδούς ποτε
 
ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.
 
καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,
 
καὶ πάντʼ ἐβούλευσʼ ὧν σὺ νῦν τίνεις δίκας· 1090
 
καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδʼ ὁμοῦ.
 
ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα,
 
κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτε
 
γῆν Δελφίδʼ ἐλθὼν Φωκέων ἀκρόπτολιν,
 
ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ, 1095
 
νῦν δʼ οὐκέτʼ εἰμὶ δυστυχοῦντί σοι φίλος;
 
οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·
 
ἐπεὶ δὲ κατθανούμεθʼ, ἐς κοινοὺς λόγους
 
ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.
Ὀρέστης
ὦ φίλτατʼ, εἰ γὰρ τοῦτο κατθάνοιμʼ ἰδών. 1100
Πυλάδης
πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς.
Ὀρέστης
μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.
Πυλάδης
σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.
Ὀρέστης
μηδὲν τρέσῃς τάσδʼ· ὡς πάρεισʼ ἡμῖν φίλαι.
Πυλάδης
Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν. 1105
Ὀρέστης
πῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γʼ ἔσται καλῶς.
Πυλάδης
σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.
Ὀρέστης
μάλιστα· καὶ δὴ πάντʼ ἀποσφραγίζεται.
Πυλάδης
ἀλλʼ οὐκέθʼ, Ἅιδην νυμφίον κεκτημένη.
Ὀρέστης
καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας. 1110
Πυλάδης
τίνας; Φρυγῶν γὰρ οὐδένʼ ἂν τρέσαιμʼ ἐγώ.
Ὀρέστης
οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.
Πυλάδης
τρυφὰς γὰρ ἥκει δεῦρʼ ἔχουσα Τρωικάς;
Ὀρέστης
ὥσθʼ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.
Πυλάδης
οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος. 1115
Ὀρέστης
καὶ μὴν τόδʼ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.
Πυλάδης
ἀλλʼ οὐδʼ ἐγὼ μήν, σοί γε τιμωρούμενος.
Ὀρέστης
τὸ πρᾶγμα δήλου καὶ πέραινʼ, ὅπως λέγεις.
Πυλάδης
ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.
Ὀρέστης
ἔχω τοσοῦτον, τἀπίλοιπα δʼ οὐκ ἔχω. 1120
Πυλάδης
γόους πρὸς αὐτὴν θησόμεσθʼ ἃ πάσχομεν.
Ὀρέστης
ὥστʼ ἐκδακρῦσαί γʼ ἔνδοθεν κεχαρμένην.
Πυλάδης
καὶ νῷν παρέσται ταῦθʼ ἅπερ κείνῃ τότε.
Ὀρέστης
ἔπειτʼ ἀγῶνα πῶς ἀγωνιούμεθα;
Πυλάδης
κρύπτʼ ἐν πέπλοισι τοισίδʼ ἕξομεν ξίφη. 1125
Ὀρέστης
πρόσθεν δʼ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;
Πυλάδης
ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.
Ὀρέστης
καὶ τόν γε μὴ σιγῶντʼ ἀποκτείνειν χρεών.
Πυλάδης
εἶτʼ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.
Ὀρέστης
Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον. 1130
Πυλάδης
ἔγνως· ἄκουσον δʼ ὡς καλῶς βουλεύομαι.
 
εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν
 
ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·
 
νῦν δʼ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,
 
ὧν πατέρας ἔκτεινʼ, ὧν δʼ ἀπώλεσεν τέκνα, 1135
 
νύμφας τʼ ἔθηκεν ὀρφανὰς ξυναόρων.
 
ὀλολυγμὸς ἔσται, πῦρ τʼ ἀνάψουσιν θεοῖς,
 
σοὶ πολλὰ κἀμοὶ κέδνʼ ἀρώμενοι τυχεῖν,
 
κακῆς γυναικὸς οὕνεχʼ αἷμʼ ἐπράξαμεν.
 
ὁ μητροφόντης δʼ οὐ καλῇ ταύτην κτανών, 1140
 
ἀλλʼ ἀπολιπὼν τοῦτʼ ἐπὶ τὸ βέλτιον πεσῇ,
 
Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.
 
οὐ δεῖ ποτʼ, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν,
 
τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,
 
μητέρα τε — ἐῶ τοῦτʼ· οὐ γὰρ εὐπρεπὲς λέγειν — 1145
 
δόμους δʼ ἔχειν σοὺς διʼ Ἀγαμέμνονος δόρυ
 
λαβόντα νύμφην· μὴ γὰρ οὖν ζῴην ἔτι,
 
ἢν μὴ ʼπʼ ἐκείνῃ φάσγανον σπασώμεθα.
 
ἢν δʼ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,
 
πρήσαντες οἴκους τούσδε κατθανούμεθα. 1150
 
ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,
 
καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι.
Χορός
πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ
 
ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.
Ὀρέστης
φεῦ· 1155
 
οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,
 
οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τι
 
τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.
 
σὺ γὰρ τά τʼ εἰς Αἴγισθον ἐξηῦρες κακὰ
 
καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,
 
νῦν τʼ αὖ δίδως μοι πολεμίων τιμωρίαν 1160
 
κοὐκ ἐκποδὼν εἶ — παύσομαί σʼ αἰνῶν, ἐπεὶ
 
βάρος τι κἀν τῷδʼ ἐστίν, αἰνεῖσθαι λίαν.
 
ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν
 
δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,
 
ἵνʼ ἀνταναλώσω μὲν οἵ με προύδοσαν, 1165
 
στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον.
 
Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδος
 
ἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμως
 
ῥώμην θεοῦ τινʼ ἔσχε· ὃν οὐ καταισχυνῶ
 
δοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρως 1170
 
ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
 
ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν,
 
εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία
 
κτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε.
 
ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα 1175
 
πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.
Ἠλέκτρα
ἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ,
 
σωτηρίαν σοὶ τῷδέ τʼ ἐκ τρίτων τʼ ἐμοί.
Ὀρέστης
θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;
 
ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῇ ψυχῇ παρόν. 1180
Ἠλέκτρα
ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε.
Ὀρέστης
λέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τινʼ ἡδονήν.
Ἠλέκτρα
Ἑλένης κάτοισθα θυγατέρʼ; εἰδότʼ ἠρόμην.
Ὀρέστης
οἶδʼ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.
Ἠλέκτρα
αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον. 1185
Ὀρέστης
τί χρῆμα δράσουσʼ; ὑποτίθης τίνʼ ἐλπίδα;
Ἠλέκτρα
χοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφῳ.
Ὀρέστης
καὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν;
Ἠλέκτρα
ξυλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχῃ πάλιν.
Ὀρέστης
τίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις; 1190
Ἠλέκτρα
Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ
 
ἢ τόνδε κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε —
 
λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ
 
δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντʼ ἔχειν.
 
κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην 1195
 
Ἑλένης Μενέλεως πτῶμʼ ἰδὼν ἐν αἵματι,
 
μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·
 
ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματος
 
κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.
 
καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ, 1200
 
χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς
 
οὔτʼ ἄλκιμος πέφυκε. τήνδʼ ἡμῖν ἔχω
 
σωτηρίας ἔπαλξιν. εἴρηται λόγος.
Ὀρέστης
ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,
 
τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον, 1205
 
ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
 
Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσῃ τάλας
 
γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.
Πυλάδης
εἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλιν
 
καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη. 1210
Ὀρέστης
ἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
 
ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν,
 
κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός.
Ἠλέκτρα
καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·
 
τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει. 1215
Ὀρέστης
καλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμων
 
πάρος μένουσα παρθένου δέχου πόδα,
 
φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῇ φόνος,
 
ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,
 
ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τʼ ἐς δόμους, 1220
 
ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω·
 
ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
 
ἀγῶνʼ ὁπλιζώμεσθα φασγάνῳ χέρας,
 
Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.
 
ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ, 1225
 
καλεῖ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν
 
τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας
 
ἀδίκως· προδέδομαι δʼ ὑπὸ κασιγνήτου σέθεν,
 
δίκαια πράξας· οὗ θέλω δάμαρθʼ ἑλὼν
 
κτεῖναι· σὺ δʼ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ. 1230
Ἠλέκτρα
ὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸς
 
τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσʼ ὕπερ.
Πυλάδης
ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,
 
Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα.
Ὀρέστης
ἔκτεινα μητέρα — 1235
Ἠλέκτρα
ἡψάμην δʼ ἐγὼ ξίφους — 1235
Πυλάδης
ἐγὼ δʼ ἐπεβούλευσα κἀπέλυσʼ ὄκνου —
Ὀρέστης
σοί, πάτερ, ἀρήγων.
Ἠλέκτρα
οὐδʼ ἐγὼ προύδωκά σε.
Πυλάδης
οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;
Ὀρέστης
δακρύοις κατασπένδω σε.
Ἠλέκτρα
ἐγὼ δʼ οἴκτοισί γε.
Πυλάδης
παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα. 1240
 
εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί,
 
κλύει. σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
 
δότʼ εὐτυχῆσαι τῷδʼ ἐμοί τε τῇδέ τε·
 
τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,
 
ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται. 1245
[Choral 1]
Μυκηνίδες ὦ φίλαι,
Ἠλέκτρα
τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.
Χορός
τίνα θροεῖς αὐδάν, πότνια; παραμένει
 
γὰρ ἔτι σοι τόδʼ ἐν Δαναϊδῶν πόλει. 1250
Ἠλέκτρα
στῆθʼ αἳ μὲν ὑμῶν τόνδʼ ἁμαξήρη τρίβον,
 
αἳ δʼ ἐνθάδʼ ἄλλον οἶμον ἐς φρουρὰν δόμων.
Χορός
τί δέ με τόδε χρέος ἀπύεις;
 
ἔνεπέ μοι, φίλα.
Ἠλέκτρα
φόβος ἔχει με μή τις ἐπὶ δώμασι 1255
 
σταθεὶς ἐπὶ φοίνιον αἷμα
 
πήματα πήμασιν ἐξεύρῃ.
Ἡμίχορος
χωρεῖτʼ, ἐπειγώμεσθʼ· ἐγὼ μὲν οὖν τρίβον
 
τόνδʼ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς.
 
καὶ μὴν ἐγὼ τόνδʼ, ὃς πρὸς ἑσπέραν φέρει. 1260
Ἠλέκτρα
δόχμιά νυν κόρας διάφερʼ ὀμμάτων.
Χορός
ἐκεῖθεν ἐνθάδʼ, εἶτα παλινσκοπιὰν
 
ἔχομεν, ὡς θροεῖς. 1265
Ἠλέκτρα
ἑλίσσετέ νυν βλέφαρα,
 
κόραισι δίδοτε πάντα διὰ βοστρύχων.
Ἡμίχορος
ὅδε τις ἐν τρίβῳ προσέρχεται. τίς ὅδʼ ἄρʼ ἀμ-
 
φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ; 1270
Ἠλέκτρα
ἀπωλόμεσθʼ ἄρʼ, ὦ φίλαι· κεκρυμμένους
 
θῆρας ξιφήρεις αὐτίκʼ ἐχθροῖσιν φανεῖ.
Ἡμίχορος
ἄφοβος ἔχε· κενός, ὦ φίλα,
 
στίβος ὃν οὐ δοκεῖς.
Ἠλέκτρα
τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει; 1275
 
δὸς ἀγγελίαν ἀγαθάν τινʼ,
 
εἰ τάδʼ ἔρημα τὰ πρόσθʼ αὐλᾶς.
Ἡμίχορος
καλῶς τά γʼ ἐνθένδʼ. ἀλλὰ τἀπὶ σοῦ σκόπει·
 
ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.
 
ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῇδʼ ὄχλος. 1280
Ἠλέκτρα
φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.
Χορός
τί μέλλεθʼ οἱ κατʼ οἶκον ἐν ἡσυχίᾳ
 
σφάγια φοινίσσειν; 1285

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme