Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Prologos

Ἠλέκτρα
Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς;
 
ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον
 
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
 
— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —
 
θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά. 85
 
σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις.
 
ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγότας
Ἑλένη
πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε;
Ἠλέκτρα
ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
Ἑλένη
ὢ μέλεος· ἡ τεκοῦσά θʼ, ὡς διώλετο. 90
Ἠλέκτρα
οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς.
Ἑλένη
πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;
Ἠλέκτρα
ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
Ἑλένη
βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
Ἠλέκτρα
μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν; 95
Ἑλένη
κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς.
Ἠλέκτρα
σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
Ἑλένη
δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.
Ἠλέκτρα
ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.
Ἑλένη
ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις. 100
← Önceki Prologos · 5 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme