Thesauros Literature Tragedy Ὀρέστης

Ὀρέστης

Ὀρέστης Euripides

Prologos

Ἠλέκτρα
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·
 
ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
 
Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ,
 
ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
 
ἣ πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματι 25
 
ἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένῳ λέγειν
 
οὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
 
Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
 
πείθει δʼ Ὀρέστην μητέρʼ ἥ σφʼ ἐγείνατο
 
κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον. 30
 
ὅμως δʼ ἀπέκτεινʼ οὐκ ἀπειθήσας θεῷ·
 
κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
 
Πυλάδης θʼ, ὃς ἡμῖν συγκατείργασται τάδε.
 
ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ
 
τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις 35
 
κεῖται, τὸ μητρὸς δʼ αἷμά νιν τροχηλατεῖ
 
μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς
 
εὐμενίδας, αἳ τόνδʼ ἐξαμιλλῶνται φόβῳ.
 
ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς
 
θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας, 40
← Önceki Prologos · 2 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme