Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 2

Ἐτεοκλῆς
βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος. 730
Κρέων
ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.
Ἐτεοκλῆς
τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;
Κρέων
κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.
Ἐτεοκλῆς
τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;
Κρέων
μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός. 735
Ἐτεοκλῆς
τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
Κρέων
ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ —
Ἐτεοκλῆς
τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.
Κρέων
λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις.
Ἐτεοκλῆς
τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ. 740
Κρέων
ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.
Ἐτεοκλῆς
λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;
Κρέων
λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.
Ἐτεοκλῆς
ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις.
Κρέων
καὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ. 745
Ἐτεοκλῆς
θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;
Κρέων
ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.
Ἐτεοκλῆς
ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν
 
τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,
← Önceki Epeisodion 2 · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme