Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 2

Κρέων
μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν 710
 
ὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν.
Ἐτεοκλῆς
ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει.
Κρέων
ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν;
Ἐτεοκλῆς
ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα.
Κρέων
σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι. 715
Ἐτεοκλῆς
ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.
Κρέων
ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα.
Ἐτεοκλῆς
θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου.
Κρέων
θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου.
Ἐτεοκλῆς
ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν. 720
Κρέων
καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.
Ἐτεοκλῆς
βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς;
Κρέων
πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.
Ἐτεοκλῆς
εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;
Κρέων
εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν. 725
Ἐτεοκλῆς
ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
Κρέων
ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.
Ἐτεοκλῆς
ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;
Κρέων
ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.
← Önceki Epeisodion 2 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme