Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Epeisodion 2

Ἐτεοκλῆς
χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως 690
 
Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,
 
λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς
 
θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,
 
πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.
 
καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών· 695
 
ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς.
Κρέων
ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ
 
Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας
 
φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος.
Ἐτεοκλῆς
καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον· 700
 
πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς
 
ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
Κρέων
ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν,
 
κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα.
 
ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν· 705
 
ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων.
Ἐτεοκλῆς
τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.
Κρέων
ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.
Ἐτεοκλῆς
λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;
← Önceki bölüm Epeisodion 2 · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme