Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
ἀντιτάξομαι κτενῶν σε.
Ἐτεοκλῆς
κἀμὲ τοῦδʼ ἔρως ἔχει.
Ἰοκάστη
ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα;
Πολυνείκης
αὐτὸ σημανεῖ.
Ἰοκάστη
πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς;
Ἐτεοκλῆς
ἐρρέτω πρόπας δόμος.
Πολυνείκης
ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος. 625
 
τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,
 
ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,
 
δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·
 
κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ·
 
οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός. 630
 
καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,
 
ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα.
 
οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε·
 
ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς
 
τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός. 635
Ἐτεοκλῆς
ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ
 
ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.
[Choral 1]
Κάδμος ἔμολε τάνδε γᾶν
← Önceki Stasimon 1 · 18 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme