Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 1

[Episode]
καὶ σύ, μῆτερ;
Ἐτεοκλῆς
ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
Πολυνείκης
ὦ πόλις.
Ἐτεοκλῆς
μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
Πολυνείκης
εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ.
Ἐτεοκλῆς
ἔξιθι χθονός.
Πολυνείκης
ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. 615
Ἐτεοκλῆς
οὐκ ἂν τύχοις. 615
Πολυνείκης
ἀλλὰ παρθένους ἀδελφάς.
Ἐτεοκλῆς
οὐδὲ τάσδʼ ὄψῃ ποτέ.
Πολυνείκης
ὦ κασίγνηται.
Ἐτεοκλῆς
τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
Πολυνείκης
μῆτερ, ἀλλά μοι σὺ χαῖρε.
Ἰοκάστη
χαρτὰ γοῦν πάσχω, τέκνον.
Πολυνείκης
οὐκέτʼ εἰμὶ παῖς σός.
Ἰοκάστη
ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ.
Πολυνείκης
ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. 620
Ἐτεοκλῆς
καὶ γὰρ ἀνθυβρίζομαι. 620
Πολυνείκης
ποῦ ποτε στήσῃ πρὸ πύργων;
Ἐτεοκλῆς
ὡς τί μʼ ἱστορεῖς τόδε;
← Önceki Stasimon 1 · 17 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme