Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,
Ἀντιγόνη
ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.
 
ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι·
 
σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος — 1495
 
Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ
 
αἵματι δεινῷ, αἵματι λυγρῷ.
 
τίνα προσῳδὸν
 
ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ
 
δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, 1500
 
ἀγκαλέσωμαι,
 
τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα,
 
ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;
 
ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,
 
τᾶς ἀγρίας ὅτε 1505
 
δυσξυνέτου ξυνετὸν μέλος ἔγνω
 
Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
 
ἰώ μοί μοι, πάτερ,
 
τίς Ἑλλὰς ἢ βάρβαρος ἢ
 
τῶν προπάροιθʼ εὐγενετᾶν 1510
 
ἕτερος ἔτλα κακῶν τοσῶνδʼ
← Önceki Stasimon 5 · 8 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme