Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασαν 1470
Ἄγγελος
φεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶν
 
λόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ,
 
οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,
 
οἳ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν
 
σκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν. 1475
 
ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα
 
νεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις.
 
πόλει δʼ ἀγῶνες οἳ μὲν εὐτυχέστατοι
 
τῇδʼ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι.
Χορός
οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία 1480
 
δώματος ἥκει· πάρα γὰρ λεύσσειν
 
πτώματα νεκρῶν τρισσῶν ἤδη
 
τάδε πρὸς μελάθροις κοινῷ θανάτῳ
 
σκοτίαν αἰῶνα λαχόντων.
Ἀντιγόνη
οὐ προκαλυπτομένα βοτρυχώδεος 1485
 
ἁβρὰ παρηίδος οὐδʼ ὑπὸ παρθενί-
 
ας τὸν ὑπὸ βλεφάροις φοίνικʼ, ἐρύθημα προσώπου,
 
αἰδομένα φέρομαι βάκχα νεκύ-
 
ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ- 1490
← Önceki Stasimon 5 · 7 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme