Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός. 1430
Ἄγγελος
τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς
 
ᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμος
 
πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα
 
ἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον
 
στένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ· 1435
 
ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς
 
προδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄπο
 
φύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ
 
ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα
 
φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄπο 1440
 
προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.
 
ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼν
 
γραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε·
 
Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲ
 
καὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν. 1445
 
φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος.
 
θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,
 
ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην
 
παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
← Önceki Stasimon 5 · 5 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme