Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
ὄλωλʼ· ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν.
Ἀντιγόνη
οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν; 1690
Οἰδίπους
αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.
Ἀντιγόνη
οὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ.
Οἰδίπους
προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.
Ἀντιγόνη
ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.
Οἰδίπους
ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη. 1695
Ἀντιγόνη
οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά.
Οἰδίπους
Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;
Ἀντιγόνη
τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.
Οἰδίπους
πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ.
Ἀντιγόνη
ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί. 1700
Οἰδίπους
ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός.
Ἀντιγόνη
ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί.
Οἰδίπους
νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.
Ἀντιγόνη
ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;
Οἰδίπους
ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον. 1705
Ἀντιγόνη
ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;
Οἰδίπους
ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ.
 
ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί,
← Önceki Stasimon 5 · 18 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme