Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
ἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν.
Κρέων
οὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν. 1670
Ἀντιγόνη
ὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
Κρέων
οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.
Ἀντιγόνη
ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;
Κρέων
πολλή σʼ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος;
Ἀντιγόνη
νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν. 1675
Κρέων
εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν;
Ἀντιγόνη
ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.
Κρέων
τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων;
Ἀντιγόνη
συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί.
Κρέων
γενναιότης σοι, μωρία δʼ ἔνεστί τις. 1680
Ἀντιγόνη
καὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω.
Κρέων
ἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα.
Οἰδίπους
ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.
Ἀντιγόνη
ἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;
Οἰδίπους
μένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά. 1685
Ἀντιγόνη
καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;
Οἰδίπους
πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.
Ἀντιγόνη
ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;
← Önceki Stasimon 5 · 17 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme